TLG 1192 001 :: ARISTON :: Fragmenta Fragmenta
Citation: Fragment — (line) | ||
9 | Diogenes Laert. VII 163: βιβλία δ’ αὐτοῦ (sc. des Ariston von Chios) φέρεται τάδε· 1. Προτρεπτικῶν βʹ. 2. Περὶ τῶν Ζήνωνος δογμάτων. | |
5 | 3. Διάλογοι. 4. Σχολῶν ϛʹ. 5. Περὶ σοφίας διατριβῶν ζʹ. 6. Ἐρωτικαὶ διατριβαί. 7. Ὑπομνήματα ὑπὲρ κενοδοξίας. | |
---|---|---|
10 | 8. Ὑπομνημάτων κεʹ. 9. Ἀπομνημονευμάτων γʹ. 10. Χρειῶν ιαʹ. 11. Πρὸς τοὺς ῥήτορας. 12. Πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς. | |
15 | 13. Πρὸς τοὺς διαλεκτικούς γʹ. 14. Πρὸς Κλεάνθην. 15. Ἐπιστολῶν δʹ. Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δ’ ἄλλα τοῦ Περιπατητικοῦ Ἀρίστωνος. | |
11 | Strabo X 486 (cf. fr. 2a): Ἀρίστων ὁ τοῦ Βορυσθενίτου Βίωνος | |
ζηλωτής. | 32 | |
13,1 | Philodemus Περὶ κακιῶν X col. X: Ἀρίστων το[ί]ν̣υν [γ]ε[γρ]α̣φὼς περὶ τοῦ κο̣[υ]φίζ[ειν̣ ὑ]περηφανίας ἐπιτ̣ο[μὴν τὸ ἴ]διον μὲν ἔβ̣λ̣ε̣π̣εν [τῶν] διὰ τύχην ὑπ[ε]ρηφ[ά]ν̣ων [μόν]ων—οὐ μόνο[ν] δ[ι]ὰ τ̣[ὰ ἀ̣]πὸ̣ ταύτης ὑπερηφ[α]ν̣ού[ντω]ν, ἀλλὰ καὶ δι’ ἃ προείπαμεν ἡμεῖς καὶ δῆ[τα] καὶ δι’ αὐτὴν φιλοσοφί[αν] πολλῶν δοξάν‐ | |
5 | των, ὡς [Ἡρ]ακλείτου καὶ Πυθαγόρου καὶ Ἐ[μ]πεδοκλέους καὶ Σωκ[ρ̣]άτους καὶ ποιητῶν ἐνίω[ν̣], οὓς ο[ἱ] παλαιοὶ τῶν κωμῳδογράφων ἐπεράπιζον—ἄλλ’ ὅμως, εἴ τινα πείσει, ? κ[α]θάπ[ερ] ? οὐκ ἂν ἀπεοικ〈ότ〉ως τινὰ πεί̣σειεν περὶ ὧν ἐ̣πε‐ τέμ̣ετο, κεφαλαιώσομαι τὰς δυνάμεις αὐτῶν. ἐάν ποτε συναισθάνηται μετεω[ρ]ιζό̣[μ̣ε̣ν̣]ο̣ς, μεταρίπτειν τὴν δι[άνοια̣]ν ἐπὶ | |
10 | τὰς ἔμπροσθε [ταπ]εινώσεις ὑπὸ τῆς τύχης, εἴποτε γεγόνασιν .... | |
13,2 | ib. col. XI: καὶ [... λα]μβάνειν πρ[ὸ] ὀφ[θαλ]μ[ῶν] τὸ̣ τῆς [τ̣]ύ[χη]ς [ἑτ]ε[ροκ̣λι]νὲς καὶ ὀξύσ[τρ]οφο̣[ν· κα]ὶ [ἐ̣]π̣ὶ πάγου π̣ο[ρ̣ε]υομένο̣υς τὸ Εὐ[ριπίδο]υ [λέ]γε[ι]ν, ὃ καὶ Διον[ύ̣]σ[ιος] οὐ κακῶ̣[ς] ἐπιφωνεῖν ἐκέλευέν τινα δὶς τῆ[ς] ἡμέρας· ὁρᾷς τυ[ρά]ννους δ[ιὰ μ]ακ[ρ]ῶ̣ν [η̣]ὐ[ξημ]ένους; | |
5 | [κ]αὶ μν[ημ]ονε̣ύ̣ειν ἐναρ[γῶς], ὃ[ν] τ[ρό]π̣ον α[ὐ̣]τὸς διετ[έθη] πρὸ[ς ὑ]περηφανή‐ σαντα, .α̣...ν̣α τοῦ παραδείγματο[ς ...] εν. ωτερ ... αὐτὸς γ̣ρ̣ά̣...· κ[α̣]‐ θάπερ κα[ὶ] Δίω̣ν πρὸ[ς Πτο]ιόδωρον τὸν Μεγαρέα, [ὃς πολὺν χ̣]ρόνον ἐπὶ τῆς θύρ[ας περιμ̣]ένων πρὸς τ]ὸ[ν ἀ]κόλ[ουθ]ον̣· „ἦ που καὶ ἡμεῖς, εἶπ[ε]ν, ἐκεῖ πολλὰ το[ι]αῦ̣τ’ ἐποιο[ῦμ]εν“. [κ]αὶ ὅταν ἐπὶ τὰς εὐκ[λ]η̣ρίας ἐφιστάνῃ, μὴ προσεπιρητο‐ | |
10 | ρε̣ύ̣[ε̣ι̣ν] αὐταῖς πρὸς τὸ μεῖ[ζ]ον, [ἀλλ’] ἀπ[ο]σπᾶν ὅτι δύναται, κουφ̣ίζε[ιν] τῆς ἰσχνότητος πεφυκ[υίας?] .... ὡς καὶ Περικλῆς ταπε[ινου]μένους μὲν ἐξῆρεν Ἀ[θ̣η‐ ναίους, μεγαλ̣]αυχουμέν[ους δὲ] σ[υ̣ν̣έ̣]σ̣τ̣[ειλ̣]ε καὶ μὴ δ ... πιν ... α τἀγαθὰ μέχρι ἂν ὑπερθαρρ̣ῶν παύσηται με ... | |
13,3 | ib. col. XII: ... καὶ π[αραμετρεῖ]ν ἑαυτὸν μὴ [πρὸ]ς τ[οὺς] π[εν]‐ εστέρους [ἀλλὰ πρ]ὸς τοὺς κ̣αθ’ ἕκαστον [εἶδο]ς ὑπερέχοντας, ἐπειδὴ [τὸ μ]ὲν ἐξαίρει, τὸ δὲ συστέλλ[ει], τοῦτο μὲν ἐπ’ ἀ[γ̣ρ̣]ῶν κ[τήσ̣]εως, τοῦτο δ’ ἐπ’ ἀρχῆς κ[αὶ βα]σιλε[ί]ας [π]όλεων καὶ ἐθνῶ[ν· πα̣ρ̣υ̣]πομιμν[ή̣σ̣]κ[εσ̣θα̣ι̣ δὲ] καὶ τοῦ συναντᾶν | 33 |
5 | [εἰ]ωθότ̣ος φθόνο̣υ τοῖς ὑπερ[η̣]φανοῦσιν, [ὃς ὀ]φθαλμία τίς [ἐστι]ν ψυχῆς, ὥστε καθάπερ [τ]οὺς ὀφθαλμοὺς ἡ τῶν συν[α]ντώντων γεγ[α̣]νωμένη χλα[ν]ὶς ἐνοχλεῖ, κωφ̣ότερον δ’ ἤπερ ἐὰν παριὼν καὶ ἀναβαλλόμενος διατινάξῃ, παραπλησίως καὶ τὸν φθονερὸν λυπεῖ μὲν τἀλλότρια τῶν ἀγαθῶν, οὐχ οὕτω δ’ ὥσπερ ὅταν ο[ἷο]ν ἀναπτ[ε]ρυ[γίζ]οντά τινα καταμάθῃ δι’ αὐτ[ὰ κ̣]αὶ πρὸς ὕψος ἐξαιρόμ[εν]ον· τό[τ]ε̣ | |
10 | δὲ προσφὺς ἔδακεν. ὅσ̣αι [δ’] ἀπώλειαι διὰ φθόνον γίνονται, βλέπεται τοῖς ἅπασιν. —ἐννοεῖν δὲ καὶ τὴν ἐπιχαιρεκακίαν, ὅταν εἰς ἀτυχίαν μεταπέσῃ· λυπηρὰ γάρ, ἅτε συ[ν]επιτιθ[ε]μένων εὐλόγως τῷ τῆς τύχ[η]ς π〈τ〉αίσματι τῶν πολλῶν [κ̣]ατ’ ἐχθρῶν ὁμολογουμένων θε .... | |
13,4 | ib. col. XIII: φιλω ε ελες ὄν, ὅτι τῆς πρότερον ὑπερηφανίας ἀν[ε]μίμνησκεν· διὸ καί φα[σ]ιν ἀχθόμενον αὐτὸν ἐπὶ τῷ σχεδὸν πάντας ἐπιχαίρειν πρὸς Ἀρχέλαον [ἀπ]ελθεῖν. —παρατιθέναι δὲ καὶ τοὺς ἐν ὑπεροχαῖς μεγ̣άλαις ὡς συνιστᾶσιν αὑτούς, ὅταν ἴσοι καὶ συνεσταλμένοι φαίνωνται κατὰ τὴν ὁμιλία[ν̣] | |
5 | καὶ καθάπερ ἐξ ἐναντίας ἱστάμενοι τῷ τῆς τύχης ὄ̣γ̣κῳ, τὸν Ἀλέξανδρον, ὃς ἐπὶ τὸν αὑτο[ῦ̣] θρόνον ἐκάθισεν τὸν ῥιγοῦντα Μακεδόνα πυρὸς παρακειμένου, καὶ Διονύσιον, ὃς πρὸς τὸν „οἰμώξῃ Διονύσιε“ φήσαντα „σὺ μὲν οὖν, [ἀπήν̣]τησεν, εἰ μὴ τὸ ἥμισυ τῆς [ὑπο]θήκης ἐπανοίσεισ“, κ̣αὶ [τ̣ο]ὺς ἄλλους τοὺς ἀνθρ[ώποις πρᾴ]ως διὰ λόγων ἢ ἔργων ὁμιλήσαντας. καὶ πάλι τοὺς ἐναντίως δι’ ἓν ῥῆμα βαρὺ | |
10 | δυσχέρειαν ἐπισπασαμέ[ν]ους, ὡς Δημήτριον, ὅτε Μακε[δ]όνε[ς] ἀπο[λιπ]όντες αὐτὸν πρὸς Π[ύρρον μ̣]ετ̣έστησαν. ἐννοεῖν δὲ καὶ διότι μικροπρεπὲς ἐμ[φ]αίνεται τὸν πεπεισμένον ἁδρὸν εἶναι τὸ πρὸς πάντας ὑπε[ρη]φανε̣ύεσθαι· παρα[π]λή‐ σ[ιον γ]άρ ἐστιν ἐκ παραδόξο[υ] τετ[υχό]τα τῆς̣ εὐκληρίας ὁθεν[οῦν] με[γ]α[λο]‐ ψ̣υχ[ί]αν ὑποκρινόμενο[ν] σ[φ]όδρα δοκεῖν ἐπευφραίνεσθαι. | |
13,5 | ib. col. XIV: ... μιμνήσκοντ[ες καὶ] λοιδοροῦντες. παρυπομιμ‐ νήσκειν δὲ καὶ [το]ῦ περὶ τὰς π[ράξ̣]εις ἁμαρτ[ω]λοῦ τῶν μόνων, ἐπιτευκτικοῦ δὲ τῶν συνεργουμένων ὑφ’ ἑνὸς καὶ πλειόνων. ὁ γὰρ ὑπερήφανος οὔτε συνπαρα‐ ληπτικὸς ἑτέρων, ἅμα μὲν ὑπ’ οἰήσεως, ἅμα δὲ διὰ τὸ τοὺς ἄλλους ὑπερφρ[ο]νεῖν, | 34 |
5 | ἄν τε παρακαλῇ, χαλεπὸ̣ς ὑπακούειν διά τε τὴν ἄλλην ἀηδίαν καὶ διὰ τὸ τὰς πρά‐ ξεις ἐξιδ[ι]άζε[σθ]αι θέλειν, εἶτ’ ἀσυνέργητος ὤν· πολλοὺς δὲ τοὺς π[α]ρατηροῦ[ν]‐ τας καὶ ὑπ̣οσκελίζοντας συνηρ[α]νικὼς κατὰ λόγον διαπίπτ[ει], κἄπειτα κουφίζεται τῆς ὑπερηφανίας, ἐπεὶ διὰ τῶν λόγων οὐ βούλεται, διὰ τῶν ἀποτεύξεων· διὸ κἀν τοῖς δικαστηρίοις καὶ τοῖς ἀγῶσιν ἐλαττοῦνται. Τιμοκρέων γοῦν [ὁ Ῥόδ]ιος ὑπερ‐ | |
10 | ήφανος ὢν πρὸς [μὲ]ν τὸ[ν] ὅτ’ εἰσῄει πυνθανόμενον ποταπός ἐστιν· „τοῦ κήρυκο[ς], εἶπεν, ἀκούσει [μ̣]ικρὸν ὕσ[τ̣ερ̣]ο̣ν“. [δι]αδοθέντος δὲ τοῦ λ̣ε[χθ]έντος οὕτως ἀντέκοψε τοῖς θεωροῦσιν, ὥστε τὸν βραβε[υτὴν ἐν]τείνοντ’ αὐτ[ῶ]ι τὴν ῥάβδον ἄ[ιδ]ο̣[ντι] καστ[όρειον] μικροῦ κατα[π̣α]ῦσαι· διόπερ ἡττημ[έ]νος ὅτ’ ἐξ̣ῄει ταὐτοῦ· „ποτα[π̣ό]σ“ ἐπερωτῶ[ν]τος· „Σερίφιοσ“ ἀπήν[τησεν]. λογί‐ | |
15 | ζεσθαι δὲ καὶ, διότι [τὴν] λαμπρὰν τύχην ἀποδ̣[εδ̣υμ̣]έ[νος] καθαιρή[σει] φρόνημα καὶ̣ [ἐ]ν̣ ταπεινοτ[ά]τῃ περιστάσει φανεῖται ... | |
13,6 | ib. col. XV: δο̣ ... φω̣ν σ̣υντε ... οις [οὐ]δὲ δι’ ὧν προσήκει, ὁ δὲ καὶ ἐπὶ τοῖς μὴ π[ρὸς] ἡμᾶς ἀτιμάζει· καὶ νὴ Δί’ ὡς ἄδικον διὰ τοῦ ταπεινοῦν ἑτέρους ἑαυτὸν μετεωρίζειν, ἀλλὰ μ̣ὴ διὰ τῆς οἰκείας ὑπεροχῆς· διὸ καὶ Λύσαν‐ δρος Ἀγησιλάῳ καταστ[ή]σαντι κρεωδαίτην ἑαυτό[ν]: „ἠπίστασό γε σὺ τοὺς φί‐ | |
5 | λους, εἶπεν, ἐλάττους ποιεῖν.“ καὶ πολλάκις ἑαυτὸν ἐπερωτᾶν· „τί με [τὸ] γαυριᾶν ποιοῦν καὶ ὑπερηφανεῖν; ὅτι κερμάτια κέκτημαι πλείονα; ἀλλ’ ὅτι ν[ο̣μ̣]ίζ[ο]μαι τῶν εὐγενῶν ἤτοι στρ[α]τηγούντων καὶ τιμωμένω[ν] ἐνιαυσίᾳ περιβολῇ χλαμύδος;“ εὑρήσει γὰρ ταπεινὸν ἕκαστον καὶ τὴν ἐπ’ αὐτῷ καύχησιν ἀνάγωγον. καὶ διαιρε̣ῖ̣ν̣ μεγαλοψυχίαν ὑπερηφα[ν]ίας, ἀλλὰ μὴ συμφύρειν ὡς ἓν καὶ ταὐτόν· διαφ[έ]ρει γὰρ | |
10 | ὅσον καὶ [ἐ]πὶ τοῦ σώματος οἰδήσεως εὐεξία, καὶ ἔστιν τοῦ μὲν μεγαλοψ[ύ]χου τὸ καταφρονεῖν τῶν τυχη[ρ]ῶν ὑπε̣ρέχοντα τῷ τῆς ψυχῆς ὄγκῳ, τοῦ δ’ ὑπερηφάνου τὸ διὰ κουφότητα ταύτης ἐκπνευματούμενον ὑπὸ κτήσεως ὑπερορᾶν ἑτέρους. καὶ | |
λογίζεσθαι διότι ζῷα μὲ[ν ο]ὐκ ἀτιμάζει τὰ τυχόντα σ[υν̣τ̣]ρεφόμενος αὐ[τ̣]οῖς, οἷον ἵ[ππο]ις̣ καὶ κ[υ]σὶν καὶ τοῖς ὁμοίοις, ἄνθρωπον δὲ τὸ τηλικούτῳ διαφέρον | 35 | |
15 | καὶ συμ̣φυλότατον αὑτῷ, διότι κεκόσ[μηται]. | |
13,7 | ib. col. XVI: .....νται χρ[ονι]σθείσ[η]ς [ὑπ̣]ερηφανίας. καὶ φ[ο]βεῖ[σθαι] τ[ὴ]ν ὑπὸ πλειόνων [αὑ]τοῦ μειζόνων καθυπερηφ[α]νίαν δικαιό[τ]ατα γενησομένην, καὶ μ̣[ή]ποθ’ οὓς ὑπερορᾷ τις ἐ[πὶ τ̣]ού[του]ς αὐτὸν ἡ τύχη ποιήσῃ [καταφε]ύγειν, ὃ γέγονε πολλάκις ἤ[δ]η καὶ πόλεσι κ̣αὶ ἀνθρώποις, οὓς εἰ μὲν | |
5 | ὁμοίους εὑρίσκοι, περιορῷτ’ ἂν εὐλόγως, εἰ δὲ μετρίους, ὑπὸ τῆς ἐκείνων εὐγνω‐ μοσύνης μᾶλλον ἁμαρτάνων ἐξελέγχοιτ’ ἄν. ἐννοε[ῖν] δ’ [ὅτι] καὶ εἰς μωρίαν ἐν[ί]οτε τὸ νόσημα περι[ί]στησιν [ἢ] μανίαν, εἰ μὴ τὰ Ξέρ̣ξου τῶν δυεῖν οὐκ ἔχεται ἢ θατέρου, τὸ ζευγνύει[ν τ]ὸν Ἑλλήσποντον καὶ καθιέναι πέδας εἰς τὴν θάλατταν καὶ τἆλλα ποιεῖν ἃ περὶ αὐτοῦ λέγουσιν· ἢ τὸ θεοὺς ἐξ ἀνθρώπων [ἑ]αυτοὺς γεγονέναι δο‐ | |
10 | κεῖν καὶ τἆλλ’ ὅσα γίνεται περὶ τοὺς ἀνέδην ὑπερηφανοῦντας. τοσαῦτα μὲν οὖν ἱκανὰ καὶ περὶ τούτων ἐπειπεῖν. | |
14,1 | Philodemus Περὶ κακιῶν X col. XVI 29: ὁ δ’ αὐθάδης λεγό‐ μενος ἔοικε μὲν εἶναι μεικτὸς ἐξ οἰήσεως καὶ ὑπερηφανίας καὶ ὑπεροψίας, μετέχων δὲ καὶ πολ̣λῆς εἰκαιότητος. τοιοῦτο[ς] γάρ ἐστιν, φησὶν ὁ Ἀρίστων, ο[ἷ]ος ἐν τῇ μάκρᾳ θερμ[ὸ]ν [ἢ ψυ]χρὸν αἰτεῖν μ[ὴ π]ροανακρ̣[ίν]α̣ς τὸν συμβεβηκότ’, εἰ | |
5 | κακεί[νῳ συναρέσκει, καὶ ... | |
14,2 | ib. col. XVII: ... παῖδα πριάμενος μηδὲ το[ὔνομ]α προσερω‐ τῆσαι μήτ’ αὐ[τὸς] θέσθαι, καλεῖν δὲ παῖδα [κ̣αὶ] μηθὲν ἄλλο, καὶ τὸν συναλεί‐ ψαντα μὴ ἀντισυναλείφειν· καὶ ξενισθεὶς μ[ὴ] ἀντιξενίσαι· καὶ θύραν ἀλλοτρίαν κό[π]των, ἐπερωτήσαντος τίς ἐστιν, μη̣δὲν ἀποκρίνεσθαι, μέχρι ἂν ἐξέλθῃ. καὶ | |
5 | ἀρ̣[ρ]ωστοῦντ’ αὐτὸν ἐπισκεπτομένου φίλου μὴ λέγειν πῶς ἔχ[ει], μηδ’ αὐτὸς ἐπι‐ [σ]κεπ̣τόμ[ενός] τινα τοιοῦτό̣ τι προσεπ[ερ]ωτ[ῆσ̣]α[ι· κ]αὶ γρά[φ]ων ἐπιστολὴν τὸ χαίρειν μὴ προσγράψαι μηδ’ ἐρρῶσθαι τελευταῖον. ὁ δ’ αὐθέκαστος οὐ πάνυ μὲν εἰ[καῖ]ός ἐ[στ̣]ιν οὐδ’ ἄλογος [ὥ̣]σπερ ὁ [α]ὐ‐ θάδης, δι’ οἴησιν δὲ τοῦ μόνος φρονεῖν ἰδιογνωμονῶν καὶ πειθόμενος ἐν ἅπασιν | |
10 | κατορθώ[σ]ειν, ἁμαρτήσεσθαι δ’ ἂν ἑτέρου κρίσει προσχρήσητ̣αι, μετέχων δὲ καὶ ὑπερηφανίας· οἷος μηδενὶ προσαναθέμενος ἀποδημεῖν ἀγοράζειν πωλεῖν ἀρχὴν | |
μετιέναι τἆλλα συντελεῖν· κἂν προσερωτήσῃ τις, [τί] μέλλει ποιεῖν, „οἶδ’ ἐγώ“ λέγειν. κἂν μέμφηταί τις, [ὑ]π̣ομειδιῶν· „ἐμὲ σύ;“ καὶ παρακληθεὶς ἐπὶ συνεδρείαν βουλευομέν[ῳ] μὴ βούλεσθαι τὸ δοκοῦν εἰπεῖν, εἰ μὴ τοῦτο μέλ[λ]ει πράττειν· καὶ | 36 | |
15 | πάντ’ ἐν ὅσοις ἀποτέτευχε ... | |
14,3 | ib. col. XVIII: ... πραττε... τελεῖν καὶ [μὴ̣] ἐπι[τ]εθυμηκέναι γενέσθαι φάσκειν· καὶ μὴ δυσωπεῖσθαι τοὔνομα καλούμενος ὡς αὐθέκαστος, [ἀ]λλὰ καὶ ἔτι παιδάρια λέγειν [εἶ]ναι τοὺς ὡς παιδαγωγοῖς ἄ[λ]λοις π̣ροσανατι‐ θεμένους· καὶ μόνος ἔχειν πώγωνα καὶ πολιάς· καὶ ζῆν δυνήσεσθαι γενόμενος ἐν | |
5 | ἐρημίᾳ. τούτου δ’ ἔτι χείρων ἐστὶν ὁ παντειδήμων, ἀναπεπεικὼς ἑαυτὸ[ν] ὅτι π[ά]ντα γινώσκε[ι], τὰ μὲν μαθὼ[ν̣] παρὰ τῶν μάλιστ’ ἐπ[ι]σταμένων, τὰ δ’ ἰδὼν ποιοῦντας μόνον, τὰ δ’ αὐτὸς ἐπινοήσας ἀφ’ [α̣]ὑτοῦ. κἄστι τοιοῦτος οὐ μ[ό]νον οἷον Ἱππίαν τὸν Ἠλεῖον [ἱ]στ[ο]ρεῖ Πλάτων, ὅσα περὶ τὸ [σῶμ̣’] εἶχεν αὑτῷ πεποιηκέναι λέγειν, | |
10 | ἀλλὰ καὶ κατασκ[ε̣υάζε̣]ιν οἰκίαν καὶ πλοῖον δι’ αὑτοῦ καὶ χωρὶς ἀρχιτέκτονος· καὶ γράφειν συνθήκας ἑαυτῷ δεομένας ἐμπειρίας νομικῆς· καὶ δούλους ἰδίους ἰατ[ρε̣]ύ‐ [ε̣ιν], μὴ μόνον ἑαυτόν, ἐπιχειρεῖν δὲ καὶ ἄλλους· καὶ φυτεύειν καὶ φορτίζεσθαι τὰ μάλισθ’ ὑπὸ τῶν τεχνικωτάτων κατορθούμενα· καὶ ναυαγῶν ἐν ἅπασι μ[ηδ’ οὕ]τω παύεσθαι τῆς ἀ[πο]πληξί[ας]. οἷος δὲ καὶ [τ̣ῶ]ν μαθημάτων ἀντιποιούμενο[ς πά]ν̣‐ | |
15 | των [ἀσχ]ημονεῖν· καὶ το[ὺς κα]ταγελῶντας ἀπείρους λέγ̣ει[ν | |
14,4 | ib. col. XIX: ... ο]ὐκ ἂν δι...δων ἐπιτρέπειν. τῷ μὲν οὖν αὐθάδει τά τ’ ἐκ τῆς οἰήσεως καὶ τῆς ὑπε[ρ]ηφανίας καὶ ὑπεροψίας εἰ μὴ καὶ τῆς ἀλαζονείας δυσχερῆ παρακολουθεῖ, καὶ ἰδίως τὰ ἐκ τῆς εἰκαιότητος καὶ τὰ διὰ τῆς ὀργῆς τούτων οἷς οὕτω προσφέρεται, καὶ τὸ τυγχάνειν ὁμοίων ἢ | |
5 | μηδὲ βουλομένων εἰς ὁτιδήποτε κο̣ινώνημα συνκαταβαίνειν, δυσχρηστεῖσθαι, καὶ τὸ περὶ μαινομένου πάντας φέρεσθαι καὶ καθαιρεῖν, διότι τὴν κακίαν ἔχειν αὐτὸν ὑπονοοῦσιν. τῷ δ’ αὐθεκάστῳ τά τε παρὰ τὰς ἀτοπίας ἐξ ὧν μέμεικται καὶ τὸ μόνον ἀφραί‐ νειν, ὅτι μόνος οἴεται περὶ πάντων φρονεῖν· διὸ κἀν τοῖς πλείστοις ἀπο[τ]υγχά‐ | |
10 | νειν καὶ ἐπιχαίρεσθαι μετὰ καταγέλωτος ὑπὸ πάντων κα̣[ὶ] μ[η]δὲ βοηθεῖσθαι· καὶ μηδὲ τῶν σοφῶν ἀναμαρτήτων εἶναι λεγόντων μηδ’ ἀπροσδέκ̣των συμβουλίας, | |
τοῦτον ὑπὲρ αὐτοὺς νομίζοντα φρονεῖν ἐξ ἀνάγκης κακοδαιμονεῖν· ληρεῖν δὲ καὶ διότι τὴν κοινῶς σύνεσιν οἴεται περιπεποιῆσθαι τὰ τῶν ἰδίας ἐμπειρίας ἐχόντων, καὶ μεταμεμελῆ̣σθ[α]ι πολλῶν ἐξ ἀνάγκης ἐνκυρεῖν, καὶ λοιδορίας καρποῦσθαι | 37 | |
15 | καὶ προσκ[ρούσεις ἑτέ]ρων ... | |
14,5 | ib. col. XX: ... φάσθ[α̣ι ... ἄν]θρωπ[ον ἄλλ]ων ἀνθρώπ[ων οὐκ ἔ]χειν χρείαν. ὁ δὲ παντειδ[ή]μων ἅμα τοῖς εἰρημένοις πᾶσι καὶ μαργιτομανή̣ς ἐστιν, εἰ καὶ τὸν ὄντως πολυμαθέστατον προσαγορευόμενον οἴεται πάντα δύνασθαι γινώσκειν | |
5 | καὶ ποιεῖν οὐχ οἷον ἑαυτόν, ὃς ἐνίοτε οὐδέν τι φωρᾶται κατέχων καὶ οὐ συνορῶν, ὅτι πολλὰ δεῖται τριβῆς, ἂν καὶ ἀπὸ τῆς αὐτῆς γίνηται μεθόδου καθάπερ τὰ τῆς ποιητικῆς μέρη, καὶ διότι περὶ τοὺς πολυμαθεῖς ὀσμαὶ μόνον εἰσὶ πολλῶν, οὐ κα‐ τοχαί, καὶ τἀποτεύγματα περίεστιν τῶν παιδευμάτων, οὐ τὰ κατορθώματα, καὶ πάνθ’ ὅσα τοῖς τοιούτοις συμβαίνειν ἀνελογιζόμεθα· καὶ διότι πολλὰ γινώσκειν, | |
10 | ὡς̣ [Ἱππ]ία[ς] ἐκαυχᾶτο, καὶ τὸ παραπλήσιον πᾶν γένος ὀνείδη μᾶλλόν ἐστιν ἤπερ ἐγκώμια· καί—τί γὰρ δεῖ τἆλλα περὶ ληρούντων λέγειν; —ὡς ὅταν ἀτυχήσωσι, φωρῶνται καταφεύγοντες ἐπὶ τοὺς τυχόντας καὶ τῶν ἐ[λ]αχίστων ἐλάττους αὑτοὺς εἶναι προσομολογοῦσιν. ὁ μὲν οὖν ὑπερήφανος καὶ ὑπερόπτης ἐστίν, ὁ δ̣’ ὑπερό[π]της οὐ πάν[τ]ως | |
15 | καὶ ὑπε[ρ]η̣φανεῖ καὶ ἅπα[ν]τα διὰ τὸ ... χηρ[ ... ἔ]στιν ὅτε τα ... εἶνα[ι]· πέφυκε δ’ οὐ ... | |
14,6 | ib. col. XXI: ... [τὸν μὲν σεμνὸ]ν ἐπαινο[ῦντες] ὡ̣ς ἀξίαν ἔχοντα μετά̣ τινος αὐστηρίας, τὸν δὲ σεμνοκόπον καὶ τ̣ότε καὶ νῦν πάντως ψέγοντες ὡς ἐπιφάσκοντα τὸν εἰρημένον καὶ προσποιούμενον εἶναι τοιοῦτον ἐν τοῖς ὄχλοις καὶ διὰ τῶν λόγων—ὃν σεμνομυθ̣ε̣ῖν ἔλεγον—καὶ [τῶ]ι σ̣χήματι τοῦ προσώπου | |
5 | καὶ τῶν ὀμμάτων καὶ περιβολῇ καὶ κινήσει καὶ ταῖς κατὰ τὸν βίον ἐνερ̣γείαις. καὶ βρενθύεσθαι δὲ καὶ βρενθυόμενο̣ν̣ ὠνόμαζον καὶ ἔτι νῦν ὀνομάζουσιν—εἴτ’ ἀπὸ τοῦ παραδεδομένου θυμιάματος ἢ μύρου τῶν [θ]εῶν βρένθυος, ὡς καθ’ ἡμᾶς καὶ μίνθωνος ἀπὸ τῆς μίνθης εἴτ’ ἀφ’ ὁτουδήποτε—τὸν ἀπὸ τῆς εἰρημένης διαθέσεως κατεμβλέποντα πᾶσιν καὶ παρεμβλέποντα καὶ τῇ κεφαλῇ κατασείοντα καὶ κατα‐ | |
10 | σμικρίζοντα τοὺς ἀπαντῶντας ἢ τοὺς ὧν ἄν τις μνημονεύσῃ, κἂν ὦσι τῶν μεγάλων | |
εἶναι δοκούντων, μετὰ διασυρμοῦ καὶ μόλις που βραχείας ἀποκρίσεως ὑπεροχὴν ἰδίαν ἐμφαινούσης, ἄλλου δ’ οὐδενὸς ἀριθ̣μ̣ὸν ἐμποιούση̣[ς̣]· οἷον ὁ Ἀριστοφάνης (Nub. 362) ὅ̣[τ]ι̣ βρενθύ[ει τ]’ ἐν [τ]αῖσιν ὁδοῖς καὶ τὠ[φ]θαλμὼ παραβάλλεις | 38 | |
15 | ἐκω[μῴ]δει. [ὁ] δ’ εἴρων ὡς ἐπὶ τὸ [πλ]εῖστον ἀλαζόνος εἶδος ... | |
14,7 | ib. col. XXII: ... δ]ιανοεῖ ...ο̣ς [...ον̣, ἀλ]λὰ καὶ τἀναν̣[τί]α μᾶλλον, ὥστ’ ἐπαινεῖν ὃν ψέγε[ι, τ]α̣πεινοῦν δὲ καὶ ψέγειν ἑαυτ̣[ό]ν τε καὶ τοὺς οἷός ἐστιν εἰωθ[έ]να̣ι̣ πρὸς ὁνδήποτε χρόνον με̣τὰ παρεμφάσεως ὧν βούλεται· συνεπινοεῖται δ’ αὐ̣τῷ κα[ὶ̣] δειν[ό]της ἐν τῷ [πλ]ά̣σ̣μα[τ̣ι] καὶ πιθανότης· ἔσ[τι]ν | |
5 | δὲ τ[οι]οῦτος οἷος τὰ πολ[λὰ] μωκᾶ̣[σ]θαι καὶ μορφάζειν κ̣αὶ μειδ[ι]ᾶν καὶ ὑπ‐ ανίστασ[θ]α̣ί τισιν̣ ἐπιστᾶσιν ἄφνῳ μ̣[ε]τ’ ἀναπ[η]δήσεως καὶ ἀποκαλύψεω[ς]· καὶ μέχρι πολλ[ο̣ῦ συ̣]νὼν ἐ[ν]ίοις σιωπᾶν· κἂν ἐπαινῇ τι̣ς αὐτὸν ἢ κελεύη[ι] τι λέγει[ν] ἢ μνημονευθήσεσθαι φῶσι[ν̣] αὐτόν, ἐπιφωνεῖν· „ἐγὼ γὰρ οἶδα τί πλ[ήν γε] τούτου ὅτι [οὐ]δὲν οἶδα;“ καὶ „τίς γὰρ [ἡ]μῶν λ[ό]γος;“ καὶ „εἰ δή τις ἡμ[ῶ̣]ν̣ | |
10 | ἔστα[ι μ]νεία“· καὶ πολὺς̣ [εἶ]ναι τ[ῷ]· „μακάριοι τ̣[ῆ]ς φύ̣σεως ε̣ἰ δ[ή] τινεσ“ ἢ „τῆς δυνάμεωσ“ ἢ „τ[ῆς] τύχησ“. καὶ μὴ ψιλῶς ὀνομάζειν, ἀλλὰ „Φαῖδρος ὁ καλόσ“, καὶ „Λυσίας ὁ σοφόσ“, καὶ ῥήματ’ ἀ[μ̣]φίβολα τιθέναι, „χρ[ηστόν]“ „ἡδύν“ „ἀφελῆ“ „γενναῖον“ „ἀν[δρεῖ]ον“· καὶ παρεπιδείκνυσθ[αι] μὲν ὡς σοφά, προσ‐ άπτειν [δ’ ἑτέροι]ς ὡς Ἀσπασίᾳ καὶ [Ἰσχομ]ά̣χῳ Σωκράτη[ς]· καὶ πρὸ̣[ς το]ὺς ἐκ | |
15 | τῶν ἀρχαιρεσι[ῶν ἀ]πολυομένους· „ἐδοκιμ[άσθης] ... | |
14,8 | ib. col. XXIII: ... θεων ... μοι· πάντα γὰρ δεινὸς σὺ κατερ‐ γάσασθαι“. κἂν συνέλθῃ, τὸν καταπληττόμενον ἐμφαίνειν τό τε εἶδος καὶ τὴν ἀξίαν καὶ τὸν λόγον ⟦καὶ⟧ πρὸς τοὺς συνκαθημένους θαυμάζοντα, καὶ προ̣[σ]‐ | |
καλούμενος εἰ[ς] κοινολογί[α]ν [φ]οβεῖσθαι καὶ τἀλάχιστα φάσκειν ἄπορα κατα‐ | 39 | |
5 | φαίνεσθ’ ἑαυτῷ, καὶ διαγελάσαντος· „ὀρθῶ̣ς μου καταφρονεῖς τηλικ[ο]ῦτος ὤν, καὶ γὰρ αὐτὸς ἐμαυτοῦ“· καὶ „νέος ὤφελον εἶναι καὶ μὴ γέ[ρω]ν, ἵν’ ἐμαυτὸν ὑπέταξά σοι“. κἂν τῶν συνπαρόντω̣[ν του ὁτ]ι̣δήποτ’ εἰ[π̣ό]ντος ἐκδ̣ήλως, ἐκεῖνος εἴπῃ τοιοῦτο̣ν· „δ[ι]ὰ τί λέγεις;“ ἐπιφωνεῖν τὰ[ς χ]ε[ῖ]ρας ἀνατείνας· „ὡς [τ]αχὺ συνῆκας, ἀλλ’ ἀφυ̣ὴ̣ς ἐγὼ καὶ βραδ̣ὺς καὶ δυσαίσθητοσ“. καὶ προσέχειν μὲν δια‐ | |
10 | λεγομένῳ καὶ ἐνχάσκειν, εἶ̣θ’ ὑποκιναιδεῖν καὶ διανεύειν ἄλλοις, ποτὲ δ’ ἀνακαγ‐ χάζειν· οἷος δὲ κα̣ὶ̣ πρὸς οὓς ἔτυχεν ὁμιλῶν „διασαφεῖτέ μοι τὰς ἐμὰς ἀγραμμα‐ τίας καὶ τὰς ἄλ[λας] ἀστοχίας ὑμεῖς, ὦ φίλοι, καὶ [μὴ] περιορᾶτ’ ἀσχημονοῦν[τα]“. καὶ „οὐ διηγ[ήσεσθέ] μ̣οι τὰς [τοῦ] δεῖνος ε̣ὐημ̣ερ̣ίας, ἵνα χαί[ρω], κἂν ἄρα δυνατὸς ὦ μιμῶμαι;“ καὶ τί δε[ῖ τ]ὰ πλείω λέγειν; [ἅπ]αν[τ̣α γ̣]ὰρ τ[ὰ] Σωκρατικὰ μνη‐ | |
15 | μονεύμα[τ]α [συλ]λέ[γ]ων ... | |
14,9 | ib. col. XXIV: ... [ὅμοιοι] δ’ εὐτε[λιστὴς ἢ ἐξευτελισ]τὴς καὶ οὐ‐ δενωτὴς ἢ ἐξουδενωτὴς κα[ὶ] ἐπὶ ταὐτὸ φέρονται, διαφέρ[ο]ν̣τες ἀνέσει καὶ ἐπιτάσει [δι]αβολῆς τοῦ πλησίον· ὁ μὲν γὰρ ἐξευτελιστὴς ἀπόν̣[τ]ω̣ν τινὰ φαυλότερον δὴ δοκεῖν παρίστησιν, ὁ δ’ ἐξουδενω̣τὴς ἴσον τῷ μηδενί. λ[οι]πὸν ἔστιν μὲν ὅτε τοι‐ | |
5 | οῦτοί τινές εἰσιν ὑπεροχὴν ἐμφαίνοντες ἰδίαν ἢ τῶν οὓς ἀποσεμ̣νύνουσιν, ἔστιν δ’ ὅτε κατατρέχοντες μόνον ἐνίω̣ν, ὥστε τοὺς προτέρους καὶ ὑπερηφάνους εἶναι· διὸ καὶ δῆ[λον] ὅτι φησὶ̣ν̣ ἐπακολουθε[ῖ]ν αὐτοῖς τὰ [δι’] ἐκείνην ἄτοπα καὶ περιτ‐ τότερόν τ[ι] τῇ διαβλητικ[ῆ]ι καὶ βασκαντικῇ καὶ φθονητ[ι]κῇ. καὶ τὸν ὑπομνημα‐ [τισ]μὸν δὲ τοῦτον αὐτοῦ καταπαύσομεν, ἐπισυνάψομεν δ’ αὐτῷ τὸν περὶ τῶν | |
10 | ἄλλων κακιῶν ὧν δοκιμάζομεν ποι[εῖ]σθαι λόγον. | |
15 | Philodemus περὶ κακιῶν fr. 1457 col. XI fr. 23 (Herculanensium voluminum quae supersunt collectio tertia ed. D. Bassi 1914 p. 17, cf. ib. p. 2ff): ἀρεσκευτ[ι]κός, κτλ. ὁ μέντο̣ι φιλέπαιν̣ος ὑπ’ Ἀρίστων̣ος καλούμενος καὶ χαρακτηριζό[μ]εν̣ο̣[ς] ο̣ὔτ̣ε συνή̣θης ἐσ̣τ̣ὶν οὔ[τε δι]α̣φέρων̣ ο̣ὔ̣θ’ ὅλω[ς .... | |
5 | ὑπαμαι .... | |
16 | Plutarchus De curiositate 516f: καίτοι καὶ τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν, ὡς Ἀρίστων φησίν, ὅσοι τὰς περιβολὰς ἀνα‐ στέλλουσιν ἡμῶν. ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας, οὐδὲ | |
τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάν‐ | 40 | |
5 | νυσι, καὶ διὰ παρθενικῆς ἁπαλόχροος (Hesiod O.D. 519) ὡς πνεῦμα διαδύεται καὶ διέρπει, βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν. | |
17 | Athenaeus XIII 564a (cf. Klearchos fr. 22): καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. | |
18 | Athenaeus XIII 563f: καί μοι δοκεῖ Ἀρίστων ὁ Κεῖος ὁ Περι‐ πατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν Ἐρωτικῶν Ὁμοίων πρός τινα Ἀττικόν, μέγαν τινὰ κατὰ τὴν ἡλικίαν, ἐπιδεικνύντα ὡς καλόν, ᾧ Δῶρος ἦν ὄνομα· „τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρ’ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ | |
5 | μεταφέρειν (K 401): ἦ ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.“ | |
19 | Plutarchus Themistocles III: καίτοι δοκεῖ παντάπασιν ἡ πρὸς τοῦτον ἔχθρα (sc. des Themistokles gegen Aristeides) μει‐ ρακιώδη λαβεῖν ἀρχήν. ἠράσθησαν γὰρ ἀμφότεροι τοῦ καλοῦ Στησίλεω Κείου τὸ γένος ὄντος, ὡς Ἀρίστων ὁ φιλόσοφος ἱστόρηκεν. ἐκ δὲ τού‐ | |
5 | του διετέλουν καὶ περὶ τὰ δημόσια στασιάζοντες. | |
20 | Plutarchus Aristides II: Ἀρίστων δ’ ὁ Κεῖος ἐξ ἐρωτικῆς ἀρχῆς γενέσθαι φησὶ καὶ προελθεῖν ἐπὶ τοσοῦτον τὴν ἔχθραν αὐτῶν (sc. zwischen Themistokles und Aristeides). Στησίλεω γάρ, ὃς ἦν γένει Κεῖος ἰδέᾳ τε καὶ μορφῇ σώματος πολὺ τῶν ἐν ὥρᾳ λαμπρότατος, | |
5 | ἀμφοτέρους ἐρασθέντας οὐ μετρίως ἐνεγκεῖν τὸ πάθος, οὐδ’ ἅμα λήγοντι τῷ κάλλει τοῦ παιδὸς ἀποθέσθαι τὴν φιλονεικίαν, ἀλλ’ ὥσπερ ἐγγυμ‐ νασαμένους ἐκείνῃ πρὸς τὴν πολιτείαν εὐθὺς ὁρμῆσαι διαπύρους ὄντας καὶ διαφόρως ἔχοντας. | |
21 | Plutarchus Amatorius 766e: καὶ τὰς καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις καλουμέν〈ασ〉 ἡμᾶς ἐπὶ τὸ θεῖον καὶ ἀληθινὸν καὶ Ὀλύμ‐ πιον ἐκεῖνο κάλλος αἷς ψυχὴ πτεροῦται, ... τί ... κωλύει γίνεσθαι μὲν ἀπὸ παίδων καὶ ἀπὸ νεανίσκων, γίνεσθαι δ’ ἀπὸ παρθένων καὶ γυναι‐ | |
5 | κῶν, ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυίαν, ὡς Ἀρίστων | |
ἔλεγεν. | 41 | |
22 | Athenaeus XV 674b: Ἀριστοτέλης δ’ ἐν δευτέρῳ Ἐρωτικῶν καὶ Ἀρίστων ὁ Περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν βʹ Ἐρωτικῶν Ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων συνδέσεως ὠφελεῖν δοκούσης. οἱ δ’ ὕστερον | |
5 | ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον δια‐ γωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συν‐ δεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον. | |
23 | Athenaeus II 38f: καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ’ εὐωδίας κοινω‐ νοῦντα. διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς τ’ αὐτὰ καὶ τὰ τῶν | |
5 | ἀνθῶν εὐώδη. | |
24 | Athenaeus X 419c: Ἀρίστων δ’ ὁ φιλόσοφος ἐν Ἐρωτικῶν Ὁμοίων δευτέρῳ Πολέμωνά φησι τὸν Ἀκαδημαικὸν παραινεῖν τοῖς ἐπὶ δεῖπνον πορευ‐ ομένοις φροντίζειν ὅπως ἡδὺν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον. | |
25 | Plutarchus Praecepta gerendae rei publ. X 804d: εἰσβολαὶ δὲ καὶ ὁδοὶ δύο τῆς πολιτείας εἰσίν, ἡ μὲν ταχεῖα καὶ λαμπρὰ πρὸς δόξαν, οὐ μὴν ἀκίνδυνος, ἡ δὲ πεζοτέρα καὶ βραδυτέρα, τὸ δὲ ἀσφαλὲς ἔχουσα μᾶλλον. οἱ μὲν γὰρ εὐθύς, ὥσπερ ἐξ ἄκρας πελαγίου πράξεως ἐπιφανοῦς καὶ μεγάλης, ἐχούσης | |
5 | δὲ τόλμαν, ἄραντες ἀφῆκαν ἐπὶ τὴν πολιτείαν, ἡγούμενοι λέγειν ὀρθῶς τὸν Πίν‐ δαρον ὡς ἀρχομένου ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές (Ol. 6, 3): καὶ γὰρ δέχονται προθυμότερον οἱ πολλοὶ κόρῳ τινὶ καὶ πλησμονῇ τῶν συνήθων τὸν ἀρχόμενον ὥσπερ ἀγωνιστὴν θεαταί, καὶ τὸν φθόνον ἐκπλήττουσιν αἱ λαμ‐ | |
10 | πρὰν ἔχουσαι καὶ ταχεῖαν αὔξησιν ἀρχαὶ καὶ δυνάμεις. οὔτε γὰρ πῦρ φησιν ὁ Ἀρί‐ στων καπνὸν ποιεῖν οὔτε δόξαν φθόνον, ἢν εὐθὺς ἐκλάμψῃ καὶ ταχέως, ἀλλὰ τῶν κατὰ μικρὸν αὐξανομένων καὶ σχολαίως ἄλλον ἀλλαχόθεν ἐπιλαμβάνεσθαι· διὸ πολλοὶ πρὶν ἀνθῆσαι περὶ τὸ βῆμα κατεμαράνθησαν. | |
26 | Stobaeus Ecl. IV 22, 16: ἐκ τῶν Ἀρίστωνος· Σπαρτιατῶν νόμος τάττει ζημίας τὴν μὲν πρώτην ἀγαμίου, τὴν δευτέραν ὀψιγαμίου, τὴν τρίτην καὶ | |
μεγίστην κακογαμίου. | 42 | |
28 | Diogenes Laert. IX 5: Σοτίων δέ φησιν εἰρηκέναι τινὰς Ξενο‐ φάνους αὐτὸν (sc. Heraklit) ἀκηκοέναι. λέγειν τ’ Ἀρίστωνα ἐν τῷ περὶ Ἡρα‐ κλείτου καὶ τὸν ὕδερον αὐτὸν θεραπευθῆναι, ἀποθανεῖν δ’ ἄλλῃ νόσῳ. | |
29 | Diogenes Laert. IX 11: τὰ δὲ περὶ Σωκράτους καὶ ὅσα ἐντυχὼν τῷ συγγράμματι (sc. Heraklits) εἴποι, κομίσαντος Εὐριπίδου, καθά φησιν Ἀρί‐ στων, ἐν τῷ περὶ Σωκράτους εἰρήκαμεν (cf. fr. 30). | |
30 | Diogenes Laert. II 22: φασὶ δ’ Εὐριπίδην αὐτῷ (sc. Socrates) δόντα τὸ Ἡρακλείτου σύγγραμμα ἐρέσθαι· „τί δοκεῖ;“ τὸν δὲ φάναι· „ἃ μὲν συ‐ νῆκα γενναῖα· οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν Δηλίου γέ τινος δεῖται κολυμβητοῦ.“ | |
31 | Diogenes Laert. V 64 (cf. Straton fr. 10): καὶ αἵδε μέν εἰσιν αἱ φερόμεναι αὐτοῦ (sc. Stratons) διαθῆκαι, καθά που συνήγαγε καὶ Ἀρίστων ὁ Κεῖος. | |
32 | Diogenes Laert. X 14: Ἀρίστων δέ φησιν ἐν τῷ Ἐπικούρου βίῳ τὸν Κανόνα γράψαι αὐτὸν (sc. Epikur) ἐκ τοῦ Ναυσιφάνους Τρίποδος, οὗ καὶ ἀκοῦσαί φησιν αὐτόν, ἀλλὰ καὶ Παμφίλου τοῦ Πλατωνικοῦ ἐν Σάμῳ. ἄρξασθαί τε φιλοσοφεῖν ἐτῶν ὑπάρχοντα δυοκαίδεκα, ἀφηγήσασθαι δὲ τῆς σχολῆς ἐτῶν | |
5 | ὄντα δύο πρὸς τοῖς τριάκοντα. | |
33 | Plutarch De audiendis poetis 14e: ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδ’ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσι ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις, ἀλλὰ καὶ | |
5 | τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι τὰ περὶ τῶν ψυχῶν δόγματα μεμειγμένα μυθολογίᾳ μεθ’ ἡδονῆς ἐνθουσιῶσι. | |
34a | Anonymous Florentinus De aquis mirabilibus 25 (Heinrich | |
Öhler, Paradoxographi Florentini anonymi opusculum de aquis mirabili‐ bus, Diss. Tübingen 1913): Ἀρίστων δὲ ὁ Περιπατητικὸς φιλόσοφος ἐν τῇ Κέῳ πηγὴν φησὶν ὕδατος εἶναι, ἀφ’ ἧς τοὺς πίνοντας ἀναισθήτους γίνεσθαι ταῖς | 43 | |
5 | ψυχαῖς· εἶναι δὲ καὶ ἐπὶ ταύτης ἐπίγραμμα τοιόνδε· ἡδεῖα ψυχροῖο ποτοῦ λιβάς, ἣν ἀναβάλλει πηγή· ἀλλὰ νόῳ πέτρος ὁ τῆσδε πιών. | |
34c | Paradoxographus Vaticanus 34 (ed. E. Rohde in Actis so‐ cietatis Philologae Lipsiensis I 1871 p. 39): Ἀρίστων δὲ ὁ Περιπατητικὸς ἐν | |
τῇ Κέῳ πηγήν φησιν ὕδατος εἶναι, ἀφ’ ἧς τοὺς πιόντας ἀναισθήτους γίνεσθαι. | 44 |